export const argonautica = `εἰ δ᾽ ἄγε νῦν, Ἐρατώ, παρά θ᾽ ἵστασο, καί μοι ἔνισπε, 
ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων 
Μηδείης ὑπ᾽ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν 
ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις 
παρθενικάς: τῶ καί τοι ἐπήρατον οὔνομ᾽ ἀνῆπται.